Ancient Greek · ~1 min
Section 2
Hyperides, Κατὰ Φιλιππίδου 2
Not analysed yet
ἐπεὶ δὲ νῦν ἡ ἐκείνων δύναμις εἰς τοῦτον μετέστη, τότε δὴ κολακεύειν προείλοντο· καὶ Δημοκράτης αὐτοῖς ὁ Ἀφιδναῖος ἀεὶ παρακαθήμενος καὶ ον ἱστὰς γελωτοποιεῖ ἐπὶ τοῖς τῆς πόλεως ἀτυχήμασιν, καὶ λοιδορεῖθʼ ὑμῖν μεθʼ ἡμέραν ἐν τῇ ἀγορᾷ, εἰς ἑσπέραν δὲ δειπνήσων ὡς ὑμᾶς ἔρχεται. καίτοι, ὦ Δημόκρατες, μόνῳ σοι οὐκ ἔνι λέγειν περὶ τοῦ δήμου φλαῦρον οὐδέν·