Ancient Greek · ~2 min
Section 3
Hyperides, Κατὰ Φιλιππίδου 3
Not analysed yet
διὰ τί; ὅτι πρῶτον μὲν οὐ παρʼ ἑτέρου σʼ ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθʼ ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα, μήτʼ ᾆσαι ἐπὶ τὰ κακίονα. ᾗ καὶ δεινόν ἐστιν εἰ τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις.