Ancient Greek · ~2 min
Section 5
Hyperides, Κατὰ Φιλιππίδου 5
Not analysed yet
τὸ λοιπὸν ἤδη ἐστὶν παρʼ ὑμῖν· δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τιμωρήσεσθε, ἢ τὰς τοῖς εὐεργέταις ἀποδεδειγμένας τιμὰς ταύτας δώσετε τοῖς ἐναντία τοῖς νόμοις προεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι. ἀλλὰ μὴν οὐδʼ ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶναι τῷ δήμῳ τὰ περὶ τῶν ἐπαίνων ψηφίζεσθαι· τοὺς γὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι.