Ancient Greek · ~1 min
Section 4
Hyperides, Κατὰ Φιλιππίδου 4
Not analysed yet
Βραχέα δʼ ἔτι πρὸς ὑμᾶς εἰπών, ὦ ἄνδρες δικασταί, καὶ ἀναλογισάμενος, καταβήσομαι. γραφὴ παρανόμων ἐστὶν ὑπὲρ ἧς τὴν ψῆφον μέλλετε φέρειν. τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων.