Ancient Greek · ~1 min
Section 2
Hyperides, Ἐπιτάφιος 2
Not analysed yet
διὸ καὶ μάλιστα νῦν φοβοῦμαι, μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων. πλὴν κατʼ ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπʼ ἐμοῦ ἐκλειπόμενα ὑμεῖς οἱ ἀκούοντες προσθήσετε· οὐ γὰρ ἐν τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλʼ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν ἐκείνοις πεπραγμένων.