Ancient Greek · ~2 min
Section 3
Hyperides, Ἐπιτάφιος 3
Not analysed yet
ἄξιον δέ ἐςτιν ἐπαινεῖν τὴν μὲν πόλιν ἡμῶν τῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.