Ancient Greek · ~1 min
Section 20
Hyperides, Ἐπιτάφιος 20
Not analysed yet
ἄξιον τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρειςἀνεκλείπτους ἑκάστοις καθεστάναι.