Ancient Greek · ~1 min
Section 21
Hyperides, Ἐπιτάφιος 21
Not analysed yet
φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι· θυσίας μὲν ἀνθρώποις γιγνομένας ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.