Ancient Greek · ~1 min
Section 4
Hyperides, Ἐπιτάφιος 4
Not analysed yet
περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν καὶ μνημονεῦσαι· ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς.