Ancient Greek · ~3 min
Section 4
Iamblichus, Babyloniaca 4
Not analysed yet
Τοῦ αὐτοῦ. Θανάτου καταφρονήσας ἄνθρωπος δεσπότην οὐκ ἔχει. Τὰ ἐνύπνια ὑπὸ μὲν τοῦ δαιμονίου πέμπεται, ὑπὸ δὲ τῆς ἑκάστου ψυχῆς τῶν ὁρώντων πλάττεται· καὶ τῆς μὲν φύσεως αὐτῶν ὁ θεός ἐστι χορηγός, τῆς δὲ ἰδέας ἡμεῖς αὐτοὶ δημιουργοί. Φιλαίτιοι τὰς φύσεις εἰσὶν οἱ βάρβαροι καὶ πρόχειροι τὰς ὁρμάς, ὀλίγα μὲν χρώμενοι τοῖς λογισμοῖς, τὰ πολλὰ δὲ τοῖς πάθεσιν εἴκοντες. Ὅταν ὁ ἔρως ζηλοτυπίαν προσλάβῃ, τύραννος ἐκ βασιλέως γίνεται. Ὀξεῖς οἱ τῶν ἐρώντων λογισμοὶ καὶ πρόχειροι ὑποπτεῦσοι, δεινοὶ δὲ εἰκάσαι, ἔνθεοι δὲ μαντεύσασθαι. Πάντας μὲν ἀνθρώπους ἐξίστησιν ἔρως, εὐνούχους δὲ ποιεῖ φονικωτέρους ὥσπερ οἶνος Σκύθας· φονᾷ γὰρ Σκύθης μὲν πιών, εὐνοῦχος δὲ ἐρῶν.