Ancient Greek · ~3 min
Fragment 10
Iamblichus Alchemista, Fragmenta alchemica 10
Not analysed yet
Εἶτα πεταλίσας καὶ πάσας πάλιν τὸν πυρίτην, ὄπτα νυχθήμερον α'· καὶ συλλειώσας νεφέλην ἰταλικὴν πρὸ ὀφθαλμῶν, (f. 268 v.) τὸ ἥμισυ, χώνευσον τοῦτο δεύτερον, καὶ τότε σύνκρουε χρυσὸν ἴσον, καὶ πεταλίσας, περικατάβαπτε εἰς τόνδε ζωμόν· κρόκον, κνήκου ἄνθος, ἐλυδρίου, κατμίας ζωνίτιδος ἀνὰ μερικὸν α'· ὁμοῦ λύει ὄξει αἰγυπτίῳ ἡμέρας ζ'· πυρροκατάβαπτε. Καὶ τότε λαβὼν τὸ πέταλον, χρίε πρῶτον φαρμάκῳ πτερῷ· καὶ ξηράνας, ὄπτα εἰς ἐπίλυχνα χώστρα νυχθήμερα β'· καὶ ἀνελόμενος, σύνπτυξον τὰ πέταλα· καὶ λαβὼν εἰς χώνην, ὑπόφιμον ποιήσας, χώνευσον κλιβάνοις, καὶ εὕροις ἠλέκτρου ἀσκιάστου. Σουμάριον· ἐτησίου μέρος α', κροτήματος σιδήρου μέρος α', σώματος μαγνησίας μέρος α'· τρίψον ὁμοῦ· ὄπτα ἡμέρας ε', καὶ εὑρήσεις μέλαν ὁμιλήζων (?)· τούτου λαβὼν μέρη β', ὀρειχάλκου πρωτείου μέρη β', χώνευσον ἕως καταμιγῇ καλῶς, καὶ γίνεται ἠλέκτρου κρεῖσσον.