Ancient Greek · ~2 min
Fragment 9
Iamblichus Alchemista, Fragmenta alchemica 9
Not analysed yet
Ἐὰν δὲ αὐτὸ ξηρίον θέλῃς ἔχειν, ξήρανον, καὶ, ὅτε βούλει, ἄνες τῷ ὕδατι τῷ διὰ οὔρου καὶ θείου, καὶ χρίε τὰ πέταλα γενόμενα διὰ τῆς μίξεως τοῦ χαλκοῦ καὶ ἀργύρου καὶ χρυσοῦ. Ἔστιν δὲ ἡ μίξις ἥδε· ἀργύρου καθαροῦ μέρος α'· χαλκοῦ νικαηνοῦ πρωτείου μέρος τὸ ἥμισυ. Μέρισον εἰς β' τὸν χαλκὸν, καὶ τὸ ἥμισυ συγχώνευσον γ' τὸν ἄργυρον, ἵνα καλῶς καταμιγῇ· καὶ πεταλίσας πάσον πυρίτην οἰκονομηθέντι, ὀξάλμῃ ἡμέρας ζ' καὶ γλυκανθέντι, καὶ ὀπτηθέντι ἐμφίμῳ χώστρᾳ ἡμέρας βοταρίῳ (?),καὶ λαβὼν χώνευσον, καὶ πάλιν βάλε τὸ ἄλλο μέρος τοῦ χαλκοῦ ὄξει, ἄργυρον καὶ χώνευσον γ' τῷ αὐτῷ τρόπῳ.