Ancient Greek
Fragment 4
Iamblichus Alchemista, Fragmenta alchemica 4
Not analysed yet
(f. 267 r.) ΙΑΜΒΛΙΧΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν κυθάραν καινὴν, θὲς ἐπ᾽ αὐτὴν φιάλην, καὶ βάλε ἐν τῇ φιάλῃ ὑδραργύρου γ° α' ἥμισυ, χαλκοῦ, κασσιτέρου καθαροῦ ῥερινισμένου γ° α' ἥμισυ ἢ β', καὶ ἔλαιον ὀλίγον, καὶ ὑπόκαιε μέχρις ἑνωθῇ. Εἶτα λαβὼν, συλλείωσον αὐτοῖς ταῦτα· στυπτηρίας σχιστῆς γ° α' ἥμισυ, μυσίδῃν ὠμὸν γ° α' ἥμισυ, ἀρσενίκην γ° α' ἥμισυ, καὶ βάλε εἰς λοπάδα καινήν· καὶ ὕδωρ θείου μετὰ κόμεως ὀλίγου συλλειώσας αὐτοῖς καὶ περιπηλώσας ἀσφαλῶς, ἕψει μαλθακῷ πυρὶ, μέχρις εἰκάσῃς συμπεπλεχθῆναι τὸ εἶδος. Ἔπειτα ἄρας. βρέχε εἰς ὄξος ἅλμην στερεὰν ἐπὶ ἡμέρας ζ´. Εἶτα ξηράνας λείωσον, καὶ ἐπίβαλε θείῳ ἐλαίῳ βράσαντι, ἵνα κηρώδης γένηται, καὶ εὐθέως πήσεται ὡς λίθος. Τοῦτο πάλιν λείωσον, ὅταν ξηρανθῇ· συμμιγνύων αὐτῷ λίθου πυρίτου γ° α' ἥμισυ, κατμίας ὀστρακίνης, ἐν δὲ ἄλλῳ, κατμίας ὀλυμπικῆς ἣν χρῶνται οἱ βαφεῖς, ἣν καὶ πλακίτην καλοῦσιν· ὁμοῦ λειώσας, ἐπίβαλε τῷ ἀργύρῳ διαγελάσαντι, μεθ᾽ οὗ χορτασθῇ, καὶ ἀποπτύσῃ. Καὶ λαβὼν τοῦ ἀργύρου τούτου μέρος α', χρυσοῦ μέρη γ', καὶ νεφέλης τὸ διπλοῦν, ποίει μάλαγμα· καὶ βάλε εἰς ὑέλεον ληκύθιον, ὑποστρώσας σινωπίδος, καὶ χαλκάνθου ἐξ ἴσου· ὁμοῦ λειώσας, καὶ ποίει σύμφιμον, ὄπτα νυχθήμερον· καὶ ἐξελὼν, τρίβε μετὰ ἐλαίου ῥεφανίνου καὶ λιθαργύρου λευκῆς· καὶ σφαιροποιήσας κατάσπασον· καὶ οὕτως σύνκρουσον χρυσὸν εὑρύζον, ἔνκαιε, καὶ ἔσται εὁρύζον.