Ancient Greek · ~1 min
Fragment 5
Iamblichus Alchemista, Fragmenta alchemica 5
Not analysed yet
ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν χαλκὸν καθαρὸν ἐρυθρὸν, ποίει λαμνία (f. 267 v.) ἰσχνὰ, καὶ ἐπίθες ἐπὶ ἀνθράκων πυρὸς, ὑπόφυσον φυσητῆρσι, καὶ ἔνπασον ἅλας τὸ ἐρυθρὸν καὶ κοινόν· εἶτα ὤχρας, εἶτα ἅλας· καὶ στρέψας τὸ λαμνίον, τὸ αὐτὸ ποίει, καὶ τοῦτο ποίει πολλάκις ὡσεὶ ἀρέσει, ὡς καὶ διασκοπὲν τὸ ἔργον φανῆναι χρυσόν· τὴν γὰρ χρείαν καὶ ἔσωθεν ἔχει.