Ancient Greek · ~11 min
Chapter 3
Iamblichus, De Mysteriis 3.1
Not analysed yet
Πρῶτον τοίνυν ἀπαιτεῖς διαρθρῶσαί σοι τί τὸ γιγνόμενόν ἐστιν ἐν τῇ τοῦ μέλλοντος προγνώσει. εὐθὺς οὖν ὃ ἐπιχειρεῖς μαθρῖν ἐστὶν ἀδύνατον. οἴει γὰρ δὴ εἶναι κατὰ τὸν νοῦν τῆς ἐρωτήσεως τοιοῦτόν τι τὸ τῆς προγνώσεως οἷον γίγνεσθαι, καί τι ἐκ τῶν ἐν τῇ φύσει κειμένων ὑπάρχειν. τὸ δὲ οὐκ ἔστιν ἓν τῶν ἐν τῷ γίγνεσθαι, οὐδ’ οἷον φυσική τις ἀπεργάζεται μεταβολή, οὐδέ τι τέχνασμα ἐξεύρηται τοῦτο ὡς εἰς τὴν τοῦ βίου κατασκευὴν χρήσιμον μεμηχανημένον, οὐδ’ ὅλως ἀνθρωπικόν ἐστι τὸ ἔργον, θεῖον δὲ καὶ ὑπερφυὲς ἄνωθέν τε ἀπὸ τοῦ οὐρανοῦ καταπεμπόμενον, ἀγέννητόν τε καὶ ἀίδιον αὐτοφυῶς προηγεῖται. Μέγιστον δὴ οὖν ἀλεξιφάρμακον πρὸς ἅπαντα τὰ τοιαῦτα ἀπορήματα ἐκεῖνό ἐστι, γνῶναι τὴν ἀρχὴν τῆς μαντικῆς, ὡς οὔτε ἀπὸ σωμάτων ἐστὶν ὁρμωμένη οὔτε ἀπὸ τῶν περὶ τοῖς σώμασι παθημάτων, οὔτε ἀπὸ φύσεώς τινος καὶ τῶν περὶ τὴν φύσιν δυνάμεων, οὔτε ἀπὸ τῆς ἀνθρωπίνης παρασκευῆς ἢ τῶν περὶ αὐτὴν ἕξεων, ἀλλ’ οὐδὲ ἀπὸ τέχνης τινὸς ἔξωθεν ἐπικτήτου περί τι μέρος τῶν ἐν τῷ βίῳ διαπραγματευομένης· τὸ δὲ πᾶν κῦρος αὐτῆς ἀνήκει εἰς τοὺς θεοὺς καὶ ἀπὸ τῶν θεῶν ἐνδίδοται, θείοις τε ἔργοις ἢ σημείοις ἐπιτελεῖται, θεάματά τε ἔχει θεῖα καὶ θεωρήματα ἐπιστημονικά. τὰ δ’ ἄλλα πάντα ὡς ὄργανα ὑπόκειται τῇ ἐκ. θεῶν καταπεμπομένῃ τῆς προγνώσεως δόσει, ὅσα τε περὶ τὴν ψυχὴν ἡμῶν ἐστὶ καὶ τὸ σῶμα καὶ ὅσα ἐν τῇ φύσει τοῦ παντὸς ἢ ταῖς ἰδίαις ἑκάστων φύσεσιν ἐνυπάρχει· ἔνια δὲ ὡς ἐν ὕλης τάξει προϋπόκειται, ὅσα τόπων ἢ ἄλλων τινῶν ἔχεται τοιούτων. Εἰ δή τις ἀφιέμενος τῶν πρωτουργῶν αἰτίων ἐπὶ τὰς δευτερουργοὺς ὑπουργίας ἀποφέροι τὸ τῆς μαντικῆς, οἷον κινήσεις σωμάτων ἢ παθῶν μεταβολὰς ἢ γενέσεις τινὰς ἑτέρας ἢ ζωῆς ἀνθρωπίνης ἐνεργείας ἢ λόγους ἐμψύχους ἢ φυσικοὺς τιθέμενος, νομίζοι τι σαφὲς λέγειν, ἢ συμμετρίας τούτων πρὸς ἄλληλα ὡς αἰτίας ἀναλογιζόμενος ὑπολαμβάνοι τὴν ἀκρίβειαν ἀποδιδόναι περὶ αὐτῆς, τοῦ παντὸς διημάρτηκεν. ἀλλ’ εἷς ὅρος ὀρθὸς καὶ μία ἀρχὴ περὶ πάντων τοιούτων, μηδαμῶς ἀναιτίως παράγειν τὴν τοῦ μέλλοντος μαντείαν ἀπὸ τῶν μηδεμίαν ἐχόντων πρόγνωσιν ἐν ἑαυτοῖς, ἀπὸ δὲ τῶν θεῶν τῶν συνεχόντων ἐν ἑαυτοῖς τὰ πέρατα τῆς ὅλης εἰδήσεως τῶν ὄντων, ἀπὸ τούτων θεωρεῖν μεριζομένην τὴν μαντικὴν περὶ πάντα τὸν κόσμον καὶ περὶ πάσας τὰς ἐν αὐτῷ διῃρημένας φύσεις. ἡ γὰρ τοιάδε ἀρχηγική τέ ἐστιν αἰτία καὶ διαφερόντως κοινοτάτη, ἔχουσά τε ἐν ἑαυτῇ πρώτως ἃ δίδωσι τοῖς μετέχουσιν ἑαυτῆς, καὶ μάλιστα ἀλήθειαν παρεχομένη ἧς δεῖ τῇ μαντικῇ, οὐσίαν τε καὶ αἰτίαν τῶν γιγνομένων προειληφυῖα, ἀφ’ ὧν ἐξ ἀνάγκης ἐφήκει τὸ τυγχάνειν τῆς προγνώσεως ἀπαύστως. ἀρχὴ μὲν οὖν ἡμῖν ἔστω ἡ τοιαύτη κοινῶς περὶ πάσης τῆς μαντικῆς, ἀφ’ ἧς ἔνεστι καὶ τὰ εἴδη πάντα αὐτῆς ἐπιστημονικῶς ἐξευρεῖν· ἤδη δὲ αὐτῶν ἀντιλαμβανώμεθα ἑπόμενοι τοῖς ὑπὸ σοῦ προτεινομένοις ἐρωτήμασι.