Ancient Greek · ~2 min
KE.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 112
Not analysed yet
λέγεται δὲ καὶ ἐπὶ τῶν ἔργων Πυθαγόρας μὲν σπονδειακῷ ποτὲ μέλει διὰ τοῦ αὐλητοῦ κατασβέσαι τοῦ Ταυρομενίτου μειρακίου μεθύοντος τὴν λύσσαν, νύκτωρ ἐπικωμάζοντος ἐρωμένῃ παρὰ ἀντεραστοῦ πυλῶνι ἐμπιπράναι μέλλοντος. ἐξῆπτο γὰρ καὶ ἀνεζωπύρητο ὑπὸ τοῦ Φρυγίου αὐλήματος. ὃ δὴ κατέπαυσε τάχιστα ὁ Πυθαγόρας, ἐτύγχανε δὲ αὐτὸς ἀστρονομούμενος ἀωρί, καὶ τὴν εἰς τὸ σπονδειακὸν μεταβολὴν ὑπέθετο τῷ αὐλητῇ, δι’ ἧς ἀμελλητὶ κατασταλὲν κοσμίως οἴκαδε ἀπηλλάγη τὸ μειράκιον, πρὸ βραχέος μηδ’ ἐφ’ ὅσον οὖν ἀνασχόμενον μηδ’ ἁπλῶς ὑπομεῖναν νουθεσίας ἐπιβολὴν παρ’ αὐτοῦ, πρὸς δὲ καὶ ἐμπλήκτως ἀποσκορακίσαν τὴν τοῦ Πυθαγόρου συντυχίαν.