Ancient Greek · ~2 min
KE.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 113
Not analysed yet
Ἐμπεδοκλῆς δὲ σπασαμένου τὸ ξίφος ἤδη νεανίου τινὸς ἐπὶ τὸν αὑτοῦ ξενοδόκον Ἄγχιτον, ἐπεὶ δικάσας δημοσίᾳ τὸν τοῦ νεανίου πατέρα ἐθανάτωσε, καὶ ἀίξαντος, ὡς εἶχε συγχύσεως καὶ θυμοῦ, ξιφήρους παῖσαι τὸν τοῦ πατρὸς καταδικαστήν, ὡσανεὶ φονέα, Ἄγχιτον, μεθαρμοσάμενος ὡς εἶχε τὴν λύραν καὶ πεπαντικόν τι μέλος καὶ κατασταλτικὸν μεταχειρισάμενος εὐθὺς ἀνεκρούσατο τὸ νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων, κατὰ τὸν ποιητήν, καὶ τόν τε ἑαυτοῦ ξενοδόκον Ἄγχιτον θανάτου ἐρρύσατο καὶ τὸν νεανίαν ἀνδροφονίας.