Ancient Greek · ~1 min
KE.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 115
Not analysed yet
ἐπεὶ δὲ ἐνταῦθα γεγόναμεν ἀφηγούμενοι τὴν Πυθαγόρου παιδευτικὴν σοφίαν, οὐ χεῖρον καὶ τὸ τούτῳ παρακείμενον ἐφεξῆς εἰπεῖν, ὅπως ἐξεῦρε τὴν ἁρμονικὴν ἐπιστήμην καὶ τοὺς ἁρμονικοὺς λόγους. ἀρξόμεθα δὲ μικρὸν ἄνωθεν.