Ancient Greek · ~3 min
KE.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 114
Not analysed yet
ἱστορεῖται δ’ οὗτος τῶν Ἐμπεδοκλέους γνωρίμων ὁ δοκιμώτατος ἔκτοτε γενέσθαι. ἔτι τοίνυν σύμπαν τὸ Πυθαγορικὸν διδασκαλεῖον τὴν λεγομένην ἐξάρτυσιν καὶ συναρμογὰν καὶ ἐπαφὰν ἐποιεῖτο μέλεσί τισιν ἐπιτηδείοις εἰς τὰ ἐναντία πάθη περιάγον χρησίμως τὰς τῆς ψυχῆς διαθέσεις. ἐπί τε γὰρ εὐνὰς τρεπόμενοι τῶν μεθ’ ἡμέραν ταραχῶν καὶ περιηχημάτων ἐξεκάθαιρον τὰς διανοίας ᾠδαῖς τισι καὶ μελῶν ἰδιώμασι καὶ ἡσύχους παρεσκεύαζον ἑαυτοῖς ἐκ τούτου καὶ ὀλιγονείρους τε καὶ εὐονείρους τοὺς ὕπνους, ἐξανιστάμενοί τε ἐκ τῆς κοίτης νωχελίας πάλιν καὶ κάρους δι’ ἰδιοτρόπων ἀπήλλασσον ᾀσμάτων. ἔστι δὲ καὶ ὅτε ἄνευ λέξεως μελισμάτων ὅπου τε καὶ πάθη καὶ νοσήματά τινα ἀφυγίαζον, ὡς φασίν, ἐπᾴδοντες ὡς ἀληθῶς, καὶ εἰκὸς ἐντεῦθέν ποθεν τοὔνομα τοῦτο εἰς μέσον παρεληλυθέναι τὸ τῆς ἐπῳδῆς. οὕτω μὲν οὖν πολυωφελεστάτην κατεστήσατο Πυθαγόρας τὴν διὰ τῆς μουσικῆς τῶν ἀνθρωπίνων ἠθῶν τε καὶ βίων ἐπανόρθωσιν.