Ancient Greek · ~4 min
ΚΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 124
Not analysed yet
ἕτερον δὲ διαιτητὴν γενόμενόν τινος ἀμαρτύρου πράγματος, χωρὶς μεθ’ ἑκατέρου τῶν ἀντιδίκων ὁδῷ προσάγοντα κατὰ μνῆμά τι ἐπιστάντα φῆσαι τὸν ἐν τούτῳ κείμενον ἐπιεικῆ καθ’ ὑπερβολὴν γενέσθαι. τῶν δὲ ἀντιδίκων τοῦ μὲν πολλὰ κἀγαθὰ κατευξαμένου τῷ τετελευτηκότι, τοῦ δὲ εἰπόντος μή τι οὖν αὐτῷ πλεῖόν ἐστι; καταδοξάσαι, καὶ παρεσχῆσθαί τινα ῥοπὴν εἰς τὴν πίστιν τὸν ἐγκωμιάσαντα τὴν καλοκαγαθίαν. ἄλλον δὲ δίαιταν εἰληφότα μεγάλην, ἑκάτερον πείσαντα τῶν ἐπιτρεψάντων, τὸν μὲν ἀποτῖσαι τέσσαρα τάλαντα, τὸν δὲ λαβεῖν δύο, κᾆτα γνῶναι τρία, καὶ δόξαι δεδωκέναι τάλαντον ἑκατέρῳ. θεμένων δέ τινων ἐπὶ κακουργίᾳ πρὸς γύναιον τῶν ἀγοραίων ἱμάτιον καὶ διειπομένων μὴ διδόναι θατέρῳ μέχρις ἂν ἀμφότεροι παρῶσι, μετὰ δὲ ταῦτα παραλογισαμένων καὶ σύνεγγυς τοῦ κοινῇ θεμένου λαβόντος θατέρου καὶ φήσαντος συγκεχωρηκέναι τὸν ἕτερον, εἶτα συκοφαντοῦντος [ἑτέρου] τοῦ μὴ προσελθόντος καὶ τὴν ἐξ ἀρχῆς ὁμολογίαν τοῖς ἄρχουσιν ἐμφανίζοντος, ἐκδεξάμενον τῶν Πυθαγορείων τινὰ φῆσαι τὰ συγκείμενα τὴν ἄνθρωπον ποιήσειν, ἂν ἀμφότεροι παρῶσιν.