Ancient Greek · ~2 min
ΚΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 125
Not analysed yet
ἄλλων δέ τινων ἐν ἰσχυρᾷ μὲν φιλίᾳ πρὸς ἀλλήλους εἶναι δοκούντων, εἰς σιωπωμένην δὲ ὑποψίαν διά τινα τῶν κολακευόντων τὸν ἕτερον ἐμπεπτωκότων [ὃς εἴρηκε πρὸς αὐτὸν] ὡς τῆς γυναικὸς ὑπὸ θατέρου διεφθαρμένης, ἀπὸ τύχης εἰσελθόντα τὸν Πυθαγόρειον εἰς χαλκεῖον, ἐπεὶ δείξας ἠκονημένην μάχαιραν ὁ νομίζων ἀδικεῖσθαι τῷ τεχνίτῃ προσέκοπτεν ὡς οὐχ ἱκανῶς ἠκονηκότι, καθυπονοήσαντα ποιεῖσθαι τὴν παρασκευὴν αὐτὸν ἐπὶ τὸν διαβεβλημένον, αὕτη σοι φῆσαι τῶν ἄλλων ἐστὶν ἁπάντων ὀξυτέρα, πλὴν διαβολῆς. καὶ τοῦτ’ εἴπαντα ποιῆσαι τὸν ἄνθρωπον ἐπιστῆσαι τὴν διάνοιαν καὶ μὴ προπετῶς εἰς τὸν φίλον, ὃς ἔνδον ἦν προκεκλημένος, ἐξαμαρτεῖν.