Ancient Greek · ~4 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 139
Not analysed yet
ἔφη γοῦν Εὔρυτόν τις λέγειν ὅτι φαίη ποιμὴν ἀκοῦσαί τινος ᾄδοντος, νέμων ἐπὶ τῷ τάφῳ τοῦ Φιλολάου, καὶ τὸν οὐθὲν ἀπιστῆσαι, ἀλλ’ ἐρέσθαι τίνα ἁρμονίαν. ἦσαν δὲ οὗτοι ἀμφότεροι Πυθαγόρειοι, καὶ μαθητὴς Εὔρυτος Φιλολάου. φασὶ δὲ καὶ τῷ Πυθαγόρᾳ τινά ποτε λέγειν ὅτι δοκοίη ποτὲ ἐν τῷ ὕπνῳ τῷ πατρὶ διαλέγεσθαι τεθνεῶτι καὶ ἐπερέσθαι τίνος τοῦτο σημεῖον; τὸν δ’ οὐθενὸς φάναι, ἀλλ’ ὡς διελέγετο αὐτῷ ἀληθῶς· ὥσπερ οὖν οὐδὲ τὸ ἐμοὶ νῦν σε διαλέγεσθαι σημαίνει οὐθέν, οὕτως οὐδὲ (τὸ) ἐκείνῳ. ὥστε πρὸς πάντα τὰ τοιαῦτα οὐχὶ αὑτοὺς εὐήθεις νομίζουσιν, ἀλλὰ τοὺς ἀπιστοῦντας· οὐ γὰρ εἶναι τὰ μὲν δυνατὰ τοῖς θεοῖς, τὰ δὲ ἀδύνατα, ὥσπερ οἴεσθαι τοὺς σοφιζομένους, ἀλλὰ πάντα δυνατά. καὶ ἡ ἀρχὴ ἡ αὐτῇ ἐστι τῶν ἐπῶν, ἃ [ἐκεῖνοι] φασὶ μὲν εἶναι Λίνου, ἔστι μέντοι ἴσως ἐκείνων· ἔλπεσθαι χρὴ πάντ’, ἐπεὶ οὐκ ἔστ’ οὐδὲν ἄελπτον· ῥᾴδια πάντα θεῷ τελέσαι, καὶ ἀνήνυτον οὐδέν.