Ancient Greek · ~2 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 140
Not analysed yet
τὴν δὲ πίστιν τῶν παρ’ αὐτσῖς ὑπολήφεων ἡγοῦνται εἶναι ταύτην, ὅτι ἦν ὁ πρῶτος εἰπὼν αὐτός, οὐχ ὁ τυχὼν, ἀλλὰ θεός. καὶ ἓν τοῦτο τῶν ἀκουσμάτων ἐστί, τίς ἢ Πυθαγόρας; φασὶ γὰρ εἶναι Ἀπόλλωνα Ὑπερβόρεον, τούτου δὲ τεκμήρια ἔχεσθαι ὅτι ἐν τῷ ἀγῶνι ἐξανιστάμενος τὸν μηρὸν παρέφηνε χρυσοῦν καὶ ὅτι Ἄβαριν τὸν Ὑπερβόρεον εἱστία καὶ τὸν ὀιστὸν αὐτοῦ ἀφείλετο, ᾧ ἐκυβερνᾶτο.