Ancient Greek · ~3 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 147
Not analysed yet
ἐκ δὴ τούτων φανερὸν γέγονεν ὅτι τὴν ἀριθμῷ ὡρισμένην οὐσίαν τῶν θεῶν παρὰ τῶν Ὀρφικῶν παρέλαβεν. ἐποιεῖτο δὲ διὰ τῶν αὐτῶν ἀριθμῶν καὶ θαυμαστὴν πρόγνωσιν καὶ θεραπείαν τῶν θεῶν κατὰ τοὺς ἀριθμοὺς ὅτι μάλιστα συγγενεστάτην. γνοίη δ’ ἄν τις τοῦτο ἐντεῦθεν· δεῖ γὰρ καὶ ἔργον τι παρασχέσθαι εἰς πίστιν τοῦ λεγομένου. ἐπειδὴ Ἄβαρις περὶ τὰ συνήθη ἑαυτῷ ἱερουργήματα διετέλει ὢν καὶ τὴν σπουδαζομένην παντὶ βαρβάρων γένει πρόγνωσιν διὰ θυμάτων ἐπορίζετο, μάλιστα τῶν ὀρνιθείων· τὰ γὰρ τῶν τοιούτων σπλάγχνα ἀκριβῆ πρὸς διάσκεψιν ἡγοῦνται· βουλόμενος ὁ Πυθαγόρας μὴ ἀφαιρεῖν μὲν αὐτοῦ τὴν εἰς τἀληθὲς σπουδὴν, παρασχεῖν δὲ διά τινος ἀσφαλεστέρου καὶ χωρὶς αἵματος καὶ σφαγῆς, ἄλλως τε καὶ ὅτι ἱερὸν ἡγεῖτο εἶναι τὸν ἀλεκτρυόνα ἡλίῳ, τὸ λεγόμενον παναληθὲς ἀπετέλεσεν αὐτῷ δι’ ἀριθμητικῆς ἐπιστήμης συντεταγμένον.