Ancient Greek · ~3 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 148
Not analysed yet
ὑπῆρχε δὲ αὐτῷ ἀπὸ τῆς εὐσεβείας καὶ ἡ περὶ θεῶν πίστις· παρήγγελλε γὰρ ἀεὶ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπιστεῖν μηδὲ περὶ θείων δογμάτων, ὡς πάντα τῶν θεῶν δυναμένων. καὶ τὰ θεῖα δὲ δόγματα λέγειν, οἷς χρὴ πιστεύειν, ἃ Πυθαγόρας παρέδωκεν. οὕτως γοῦν ἐπίστευον καὶ παρειλήφεσαν, περὶ ὧν δογματίζουσιν, ὅτι οὐκ ἐψευδοδόξηται, ὥστε Εὔρυτος μὲν ὁ Κροτωνιάτης, Φιλολάου ἀκουστῆς, ποιμένος τινὸς ἀπαγγείλαντος αὐτῷ ὅτι μεσημβρίας ἀκούσειε Φιλολάου φωνῆς ἐκ τοῦ τάφου, καὶ ταῦτα πρὸ πολλῶν ἐτῶν τεθνηκότος, ὡσανεὶ ᾂδοντος, καὶ τίνα, πρὸς θεῶν, εἶπεν άρμσνίαν; Πυθαγόρας δ’ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί σημαίνει τὸ ἰδεῖν (τὸν) ἑαυτοῦ πατέρα (τὸν) πάλαι τεθνηκότα καθ’ ὕπνους αὐτῷ προσδιαλεγόμενον, οὐδέν, ἔφη· οὐδὲ γὰρ ὅτι μοι ἄρτι λαλεῖς σημαίνει τι.