Ancient Greek · ~2 min
ΛΕ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 258
Not analysed yet
μετὰ δὲ ταῦτα συνελθόντων τῶν πολλῶν διελόμενοι τὰς δημηγορίας κατηγόρουν τῶν αὐτῶν ἐκ τῶν ῥητόρων Κύλων καὶ Νίνων. ἦν δ’ ὃ μὲν ἐκ τῶν εὐπόρων, ὃ δὲ ἐκ τῶν δημοτικῶν. **τοιούτων δὴ λόγων μακροτέρων δὲ παρὰ τοῦ Κύλωνος ῥηθέντων, ἐπῆγεν ἅτερος, προσποιούμενος μὲν ἐξητακέναι τὰ τῶν Πυθαγορείων ἀπόρρητα, πεπλακὼς δὲ καὶ γεγραφὼς ἐξ ὧν μάλιστα αὐτοὺς ἤμελλε διαβαλεῖν, καὶ δοὺς τῷ γραμματεῖ βιβλίον ἐκέλευσεν ἀναγιγνώσκειν.