Ancient Greek · ~2 min
ΛΕ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 259
Not analysed yet
ἦν δ’ αὐτῷ ἐπιγραφὴ μὲν λόγος ἱερός, ὁ δὲ τύπος τοιοῦτος τῶν γεγραμμένων. τοὺς φίλους ὥσπερ τοὺς θεοὺς σέβεσθαι, τοὺς δ’ ἄλλους ὥσπερ τὰ θηρία χειροῦσθαι. τὴν αὐτὴν ταύτην γνώμην ὑπὲρ Πυθαγόρου μεμνημένους ἐν μέτρῳ τοὺς μαθητὰς λέγειν· τοὺς μὲν ἑταίρους ἦγεν ἴσους μακάρεσσι θεοῖσι, τοὺς δ’ ἄλλους ἡγεῖτ’ οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. τὸν Ὅμηρον μάλιστ’ ἐπαινεῖν ἐν οἷς εἴρηκε ποιμένα λαῶν·