Ancient Greek
ΛΕ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 260
Not analysed yet
ἐμφανίζειν γὰρ βοσκήματα τοὺς πολλοὺς ὄντας, ὀλιγαρχικὸν ὄντα. τοῖς κυάμοις πολεμεῖν ὡς ἀρχηγοῖς γεγονόσι [τοῦ κλήρου καὶ] τοῦ καθιστάναι τοὺς τυχόντας ἐπὶ τὰς ἐπιμελείας. τυραννίδος ὀρέγεσθαι παρακαλοῦντας κρεῖττον εἶναι φάσκειν γενέσθαι μίαν ἡμέραν ταῦρον ἢ πάντα τὸν αἰῶνα βοῦν. ἐπαινεῖν τὰ τῶν ἄλλων νόμιμα, κελεύειν δὲ χρῆσθαι τοῖς ὑφ’ αὐτῶν ἐγνωσμένοις. καθάπαξ τὴν φιλοσοφίαν αὐτῶν συνωμοσίαν ἀπέφαινε κατὰ τῶν πολλῶν καὶ παρεκάλει μηδὲ τὴν φωνὴν ἀνέχεσθαι συμβουλευόντων, ἀλλ’ ἐνθυμεῖσθαι διότι τὸ παράπαν οὐδ’ ἂν συνῆλθον εἰς τὴν ἐκκλησίαν, εἰ τοὺς χιλίους ἔπεισαν ἐκεῖνοι κυρῶσαι τὴν συμβουλήν. ὥστε τοῖς κατὰ τὴν ἐκείνων δύναμιν κεκωλυμένοις τῶν ἄλλων ἀκούειν οὐ προσήκειν ἐᾶν αὐτοὺς λέγειν, ἀλλὰ τὴν δεξιὰν τὴν ὑπ’ αὐτῶν ἀποδεδοκιμασμένην πολεμίαν ἐκείνοις ἔχειν, ὅταν τὰς γνώμας χειροτονῶσιν ἢ τὴν ψῆφον λάβωσιν, αἰσχρὸν εἶναι νομίζοντας, τοὺς τριάκοντα μυριάδων περὶ τὸν Τετράεντα ποταμὸν περιγενομένους ὑπὸ τοῦ χιλιοστοῦ μέρους ἐκείνων ἐν αὐτῇ τῇ πόλει φανῆναι κατεστασιασμένους.