Ancient Greek · ~2 min
Β.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 4
Not analysed yet
τὸν μὲν οὖν χρησμὸν συνέβη γενέσθαι τοιοῦτον· Ἀγκαῖ’, εἰναλίαν νῆσον Σάμον ἀντὶ Σάμης σε οἰκίζειν κέλομαι· Φυλλὰς δ’ ὀνομάζεται αὕτη. τοῦ δὲ τὰς ἀποικίας ἐκ τῶν τόπων τῶν προειρημένων συνελθεῖν σημεῖόν ἐστιν οὐ μόνον αἱ τῶν θεῶν τιμαὶ καὶ θυσίαι, διότι μετενηνεγμέναι τυγχάνουσιν ἐκ τῶν τόπων ὅθεν τὰ πλήθη τῶν ἀνδρῶν συνῆλθεν, ἀλλὰ καὶ τῶν συγγενειῶν καὶ τῶν μετ’ ἀλλήλων συνόδων, ἃς ποιούμενοι οἱ Σάμιοι τυγχάνουσι. φασὶ τοίνυν Μνήσαρχον καὶ Πυθαΐδα τοὺς Πυθαγόραν γεννήσαντας ἐκ ταύτης εἶναι τῆς οἰκίας καὶ τῆς συγγενείας τῆς ἀπ’ Ἀγκαίου γεγενημένης τοῦ τὴν ἀποικίαν στείλαντος.