Ancient Greek · ~2 min
Β.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 5
Not analysed yet
ταύτης δὲ τῆς εὐγενείας λεγομένης παρὰ τοῖς πολίταις ποιητής τις τῶν παρὰ τοῖς Σαμίοις γεγενημένων Ἀπόλλωνος αὐτὸν εἶναι φησὶ λέγων οὕτως· Πυθαγόραν θ’ ὃν τίκτε Διὶ φίλῳ Ἀπόλλωνι Πυθαΐς, ἢ κάλλος πλεῖστον ἔχεν Σαμίων. ὁπόθεν δὲ ὁ λόγος οὗτος ἐπεκράτησεν, ἄξιον διελθεῖν. Μνησάρχῳ τούτῳ τῷ Σαμίῳ κατ’ ἐμπορίαν ἐν Δελφοῖς γενομένῳ μετὰ τῆς γυναικὸς ἀδήλως ἔτι κυούσης προεῖπεν ἡ Πυθία χρωμένῳ περὶ τοῦ εἰς Συρίαν πλοῦ, τὸν μὲν θυμηρέστατον ἔσεσθαι καὶ ἐπικερδῆ, τὴν δὲ γυναῖκα κύειν τε ἤδη καὶ τέξεσθαι παῖδα τῶν πώποτε κάλλει καὶ σοφίᾳ διοίσοντα καὶ τῷ ἀνθρωπίνῳ γένει μέγιστον ὄφελος εἰς σύμπαντα τὸν βίον ἐσόμενον.