Ancient Greek · ~4 min
ΙΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 74
Not analysed yet
εἰ δὲ μετὰ τὸ ἐκ μορφῆς τε καὶ βαδίσματος καὶ τῆς ἄλλης κινήσεώς τε καὶ καταστάσεως ὑπ’ αὐτῶν φυσιογνωμονηθῆναι καὶ ἐλπίδα ἀγαθὴν περὶ αὑτῶν παρασχεῖν, μετὰ τὴν πενταετῇ σιωπὴν καὶ μετὰ τοὺς ἐκ τῶν τοσῶνδε μαθημάτων ὀργιασμοὺς καὶ μυήσεις ψυχῆς τε ἀπορρύψεις καὶ καθαρμοὺς τοσούτους τε καὶ τηλικούτους καὶ ἐκ ποικίλων οὕτως θεωρημάτων προοδεύσαντας, δι’ οὓς ἀγχίνοιαί τε καὶ ψυχῆς εὐαύγειαι πᾶσιν ἐκ παντὸς ἐνεφύοντο, δυσκίνητος ἔτι τις καὶ δυσπαρακολούθητος ηὑρίσκετο, στήλην δή τινα τῷ τοιούτῳ καὶ μνημεῖον ἐν τῇ διατριβῇ χώσαντες [καθὰ καὶ Περιάλῳ τῷ Θουρίῳ λέγουσι καὶ Κύλωνι τῷ Συβαριτῶν ἐξάρχῳ, ἀπογνωσθεῖσιν ὑπ’ αὐτῶν] ἐξήλαυνον ἂν τοῦ ὁμακοείου, φορτίσαντες χρυσοῦ τε καὶ ἀργύρου πλήθει· κοινὰ γὰρ αὐτοῖς καὶ ταῦτα ἀπέκειτο ὑπό τινων εἰς τοῦτο ἐπιτηδείων κοινῇ διοικούμενα, οὓς προσηγόρευον οἰκονομικοὺς ἀπὸ τοῦ τέλους· καὶ εἴ ποτε συντύχοιεν ἄλλως αὐτῷ, πάντα ὅντιν’ οὖν μᾶλλον ἢ ἐκεῖνον ἡγοῦντο εἶναι, τὸν κατ’ αὐτοὺς τεθνηκότα.