Ancient Greek · ~3 min
ΙΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 75
Not analysed yet
διόπερ καὶ Λῦσις Ἱππάρχῳ τινὶ ἐπιπλήττων, μεταδιδόντι τῶν λόγων τοῖς ἀνεισάκτοις καὶ ἄνευ μαθημάτων καὶ θεωρίας ἐπιφυομένοις, φησί· φαντὶ δέ τυ καὶ δαμοσίᾳ φιλοσοφὲν τοῖς ἐντυγχάνουσι, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὡς ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπωδᾶς, οὐκ ἐφύλαξας δὲ γευσάμενος, ὦ γενναῖε, Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή γε, τέθνακας. διαμεμνᾶσθαι γὰρ [φησὶν] ὅσιον εἴη κα τῶν τήνω θείων τε καὶ ἀνθρωπείων παραγγελμάτων, μηδὲ κοινὰ ποιέεσθαι τὰ σοφίας ἀγαθὰ τοῖς οὐδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων [σπουδᾷ] ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἑλευσινίαιν θεαῖν μυστήρια διαγέεσθαι. κατ’ ἰσότατα δὲ ἄδικοι καὶ ἀσεβέες τοὶ ταῦτα πράξαντες.