Ancient Greek · ~3 min
ΙΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 78
Not analysed yet
τᾶς μέν νυν ἀκρασίας ἐκβεβλαστάκαντι ἄθεσμοι γάμοι καὶ φθοραὶ καὶ μέθαι καὶ (αἱ) παρὰ φύσιν ἁδοναὶ καὶ σφοδραί τινες ἐπιθυμίαι μέχρι βαράθρων καὶ κρημνῶν διώκουσαι. ἤδη γάρ τινας ἀνάγκαξαν ἐπιθυμίαι μήτε ματέρων μήτε θυγατέρων ἀποσχέσθαι, καὶ δὴ παρωσάμεναι πόλιν καὶ νόμως, καθάπερ τύραννος, ἐκπεριαγαγοῦσαι τὼς ἀγκῶνας, ὥσπερ αἰχμάλωτον ἐπὶ τὸν ἔσχατον ὄλεθρον μετὰ βίας ἄγουσαι κατέστασαν. τᾶς δὲ πλεονεξίας ἐκπεφύκαντι ἁρπαγαί, λᾳστεῖαι, πατροκτονίαι, ἱεροσυλίαι, φαρμακεῖαι, καὶ ὅσα τούτων ἀδελφά. δεῖ ὦν πρᾶτον μὲν τὰς ὕλας, ταις ἐνδιαιτῆται ταῦτα τὰ πάθη, πυρὶ καὶ σιδάρῳ καὶ πάσαις [μαθημάτων] μαχαναῖς ἐκκαθάραντας καὶ ῥυσαμένως τὸν λογισμὸν ἐλεύθερον τῶν τοσούτων κακῶν, τὸ τανικάδε ἐμφυτεύεν τι χρησιμον αὐτῷ καὶ παραδιδόμεν.