Ancient Greek · ~3 min
ΙΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 77
Not analysed yet
τοιγὰρ οὖν χαλεπώς τε καὶ προαλεῖς ἀπεργάζονται τὼς ἀκουστάς· ἐγκίρναντι γὰρ ἤθεσι τεταραγμένοις τε καὶ θολεροῖς θεωρήματα καὶ λόγως θείως, καθάπερ εἴ τις εἰς φρέαρ βαθὺ βορβόρω πλῆρες ἐγχέοι καθαρὸν καὶ διειδὲς ὕδωρ· τόν τε γὰρ βόρβορον ἀνετάραξε καὶ τὸ ὕδωρ ἐπαφάνιξεν. ὁ αὐτὸς δὴ τρόπος τῶν οὕτω διδασκόντων τε καὶ διδασκομένων. πυκιναὶ γὰρ καὶ λάσιαι λόχμαι περὶ τὰς φρένας καὶ τὰν καρδίαν πεφύκαντι τῶν μὴ καθαρῶς τοῖς μαθήμασιν ὀργιασθέντων, πᾶν τὸ ἅμερον καὶ πρᾶον καὶ λογιστικὸν τᾶς ψυχᾶς ἐπισκιάζουσαι καὶ κωλύουσαι προφανῶς αὐξηθῆμεν καὶ προκύψαι τὸ νοητικόν. ὀνομάξαιμι δέ κα πρᾶτον ἐπελθὸν αὐτῶν τὰς ματέρας, ἀκρασίαν τε καὶ πλεονεξίαν· ἄμφω δὲ πολύγονοι πεφύκαντι.