Ancient Greek · ~3 min
IH.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 80
Not analysed yet
Μετὰ δὴ τοῦτο λέγωμεν ὅπως τοὺς ἐγκριθέντας ὑφ’ ἑαυτοῦ διῄρηκε χωρὶς κατὰ τὴν ἀξίαν ἑκάστους. οὔτε γὰρ τῶν αὐτῶν μετέχειν ἐπ’ ἴσης πάντας ἦν ἄξιον, μὴ τῆς ὁμοίας ὄντας φύσεως, οὔτε [ἄξιον ἦν] τοὺς μὲν πάντων τῶν τιμιωτάτων ἀκροαμάτων μετέχειν, τοὺς δὲ μηδενὸς μηδ’ ὅλως μετέχειν· καὶ γὰρ τοῦτο ἦν ἀκοινώνητον καὶ ἄνισον. τῷ μέντοι μεταδοῦναι τῶν ἐπιβαλλόντων λόγων ἑκάστοις τὴν προσήκουσαν μοῖραν τήν τε ὠφέλειαν ἀπένεμεν ἅπασι κατὰ τὸ δυνατὸν καὶ τὸν τῆς δικαιοσύνης λόγον ἐφύλαττεν, ὅτι μάλιστα τὴν ἀξίαν ἑκάστοις ἀποδιδοὺς ἀκρόασιν. κατὰ δὴ τοῦτον τὸν λόγον τοὺς μὲν Πυθαγορείους καλέσας, τοὺς δὲ Πυθαγοριστάς, [ὥσπερ Ἀττικούς τινας ὀνομάζομεν, ἑτέρους δὲ Ἀττικιστάς,] διελὼν οὕτως πρεπόντως τὰ ὀνόματα τοὺς μὲν γνησίους εἶναι ἐνεστήσατο, τοὺς δὲ ζηλωτὰς τούτων δηλοῦσθαι ἐνομοθέτησε.