Ancient Greek · ~3 min
IH.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 81
Not analysed yet
τῶν μὲν οὖν Πυθαγορείων κοινὴν εἶναι τὴν οὐσίαν διέταξε καὶ τὴν συμβίωσιν ἅμα διὰ παντὸς τοῦ χρόνου διατελεῖν, τοὺς δὲ ἑτέρους ἰδίας μὲν κτήσεις ἔχειν [ἐκέλευσε], συνιόντας δὲ εἰς ταὐτὸ συσχολάζειν ἀλλήλοις. καὶ οὕτω τὴν διαδοχὴν ταύτην ἀπὸ Πυθαγόρου κατ’ ἀμφοτέρους τοὺς τρόπους συστῆναι. κατ’ ἄλλον δὲ αὖ τρόπον δύο ἦν εἴδη τῆς φιλοσοφίας· δύο γὰρ ἦν γένη καὶ τῶν μεταχειριζομένων αὐτήν, ο μὲν ἀκουσματικοί, οἳ δὲ μαθηματικοί. τουτωνὶ δὲ οἱ μὲν μαθηματικοὶ ὡμολογοῦντο Πυθαγόρειοι εἶναι ὑπὸ τῶν ἑτέρων, τοὺς δὲ ἀκουσματικοὺς οὗτοι οὐχ ὡμολόγουν, οὐδὲ τὴν πραγματείαν αὐτῶν εἶναι Πυθαγόρου, ἀλλ’ Ἱππάσου· τὸν δὲ Ἱππασον οἳ μὲν Κροτωνιάτην φασίν, οἳ δὲ Μεταποντῖνον.