Ancient Greek
2.343.7
Idaeus, Testimonium 2.343.7
Unproofread scanNot analysed yet
SEXT. IX 360 Ἀναξιμένης δὲ καὶ Ἰδαῖος καὶ Ἱμεραῖος καὶ Διογένης ὁ Ἀπολλωννιάτης καὶ Ἀρχέλαος ὁ Ἀθηναῖος Σωκράτους δὲ καθηγητής . . . ἀέρα [näm]. πάντων εἶναι ἀρχὴν καὶ στοιχεῖον]. Damit setzt Zeller vermutungsweise den Philosophen des Μεταξύ in Verbindung bei ARIST. Metaphys. A 7. 988ᵃ23 οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν . . . οὗτοι τε δή πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί. καὶ ἐπὶ ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ, ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον. καὶ γὰρ τοιούτων τινες εἰρήκασι τὸ πρῶτον στοιχεῖον. de caelo Δ 5. 303ᵇ10 ἔνιοι γὰρ ἐν μόνον ὑποτίθενται καὶ τοῦτο οἱ μὲν ὕδωρ, οἱ δ' ἀέρα οἱ δὲ πῦρ, οἱ δ' ὕδατος μὲν λεπτότερον ἀέρος δὲ πυκνότερον· ὁ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἀπειρον ὄν. ὅσοι μὲν οὖν τὸ ἐν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ πυκνότερον, εἴτ' ἐκ τούτου πυκνότητι καὶ μανότητι τἆλλα γεννώσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὐτοὺς ἄλλο τι πρότερον τοῦ στοιχείου ποιοῦντες. phys. A 4. 187ᵃ12 [s. S. 15, 7]. SIMPL. z. d. St. 149, 5 πάντες μὲν γὰρ σωματικόν τι τὸ ἐν ὑποτίθενται τοῦτο, ἀλλ' οἱ μὲν ἐν τι τῶν τριῶν στοιχείων ὥσπερ Θαλὴς μὲν καὶ Ἰππων τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης τὸν ἀέρα, Ἡράκλειτος δὲ καὶ Ἰππασος τὸ πῦρ τὴν γὰρ γὴν οὐδεὶς ἠξίωσεν ὑποθέσθαι μόνην διὰ τὸ δυσἀλλοιώτον),