Ancient Greek
2.344.1 to 2.344.15
Idaeus, Testimonium 2.344.1-15
Unproofread scanNot analysed yet
τινὲς δὲ ἄλλο τι τῶν τριῶν ὑπέθεντο, ὃ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ἢ ὡς ἐν ἄλλοις φησίν, ἀέρος μὲν πυκνότερον ὑδάτος δὲ λεπτότερον. καὶ ὁ μὲν Ἀλέξανδρος Ἀναξιμάνδρον οἴεται τὸν ἄλλην τινὰ φύσιν σώματος παρὰ τὰ στοιχεῖα τὴν ἀρχὴν ὑποθέμενον, ὁ μέντοι Πορφύριος 5 ὡς τοῦ Ἀριστοτέλους ἀντιδαιρούντος τοὺς σῶμα τὸ ὑποκείμενον ἀδιόριστως ποιήσας πρὸς τοὺς ἢ τῶν τριῶν τι στοιχείων ἐν ἢ ἄλλο τι τὸ μεταξὺ πυρὸς καὶ ἀέρος, σῶμα μὲν τὸ ὑποκείμενον ἀδιόριστως Ἀναξιμάνδρον λέγειν φασίν ἀπειρον οὐ διορίσαντα τὸ εἶδος εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ἀήρ, τὸ δὲ μεταξὺ καὶ αὐτός, ὡσπερ Νικόλαος ὁ Δαμασκηνός, εἰς Διογένην τὸν Ἀπολλωνιάτην [51 A 5] ἀνέπεμψεν. 10 αὐτοφυέστερον δέ μοι δοκεῖ κατὰ τὴν λέξιν μὴ ὡς ἀντιδιηρημένου τοῦ σώματος πρὸς τὰ στοιχεῖα καὶ τὸ μεταξὺ ἀκούειν, ἀλλ’ ὡς διηρημένου μᾶλλον εἰς τε τὰ τρία καὶ τὸ μεταξὺ· ‘σῶμα γὰρ τὸ ὑποκείμενον’ φησίν ‘ἢ τῶν τριῶν τι ἢ ἄλλο ὃ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον’, καὶ μέντοι κοινῶς περὶ τῶν προειρημένων ἐπήγαγεν, ὅτι ‘τὰ ἄλλα γεννῶσι μανότητι καὶ πυκνότητι’. καίτοι 15 τοῦ Ἀναξιμάνδρου, ὡς αὐτὸς φησι, μὴ οὕτως γεννῶντος, ἀλλὰ κατὰ ἐκκρίσιν τὴν ἀπὸ ἀπείρου.