Ancient Greek
1 to 2
IDOMENEUS LAMPSACENUS, Fragmenta 1-2
Not analysed yet
Ἦν γὰρ (Σωκράτης) καὶ ἐν τοῖς ῥητορικοῖς δεινὸς, ὥς φησι καὶ Ἰδομενεύς· ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν. Καὶ Ἀριστοφάνης αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. Καὶ γὰρ πρῶτος (ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ) μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε. Λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τοῖς Περὶ τῶν Σωκρατικῶν. Τοὺς δὲ λόγους, οὓς Κρίτωνι περιτέθεικεν (Πλάτων), ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δ ̓ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν. Τοῦτον (Αἰσχίνην) ἔφη Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσα, περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωναι Πλάτωνα δὲ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους. —Pergit: Διεβάλλετο δ ̓ ὁ Αἰσχίνης καὶ μάλισθ ̓ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως, ὡς τοὺς πλείστους διαλόγους, ὄντας Σωκράτους, ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης.