Ancient Greek
Dfhg-Source dfhg2_IDOMENEUS_LAMPSACENUS
IDOMENEUS LAMPSACENUS, Fragmenta 3
Not analysed yet
Τίς γὰρ ἤλπισεν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους, ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν συμβολαίων λόγοις; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶ συγγράμματα, ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης, τῆς Σωκράτους γυναικὸς, μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομενέα φασίν.