Ancient Greek
Dfhg-Source dfhg2_IDOMENEUS_LAMPSACENUS
IDOMENEUS LAMPSACENUS, Fragmenta 13
Not analysed yet
Ἀκόλαστος δ ̓ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου, καὶ δι ̓ αὐτὸ παροινήσας εἰς Νικόδημον, ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς. Παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ πιρὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. Τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ ̓ αὐτοῦ εἶπε· «Τί δ ̓ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.» Ἀναλαβιῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων· ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι.