Ancient Greek
14 to 16
IDOMENEUS LAMPSACENUS, Fragmenta 14-16
Not analysed yet
Εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεὺς, δοιδυκοποιοῦ πατρὸς (ὁ Φωκίων), οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερίδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατ ̓ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν. Ὅτι μαθητὴν ἐγένετο (sc. Αἰσχίνης ὁ ῥήτωρ), ὡς μὲν Δημήτριος ὁ Φαληρεὺς, Σωκράτους τοῦ φιλοσόφου, εἶθ ̓ ὕστερον τοῦ Πλάτωνος, ὡς δὲ Καικίλιος καὶ Ἰδομενεὺς καὶ Ἕρμιππος, οὐκ ἤκουσε τῶν ἀνδρῶν μαθήσεως χάριν. Ὁ δὲ κατ ̓ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται· καίτοι φησὶν Ἰδομενεὺς παρὰ τριάκοντα μόνας τὸν Αἰσχίνην ἀποφυγεῖν. Ἀλλ ̓ οὐκ ἔοικεν οὕτως ἔχειν τἀληθὲς, εἰ δεῖ τοῖς Περὶ στεφάνου γεγραμμένοις ἑκατέρων λόγοις τεκμαίρεσθαι· μέμνηται γὰρ οὐδέτερος· αὐτῶν ἐναργῶς οὐδὲ τρανῶς ἐκείνου τοῦ ἀγῶνος ὡς ἄχρι δίκης προελθόντος. Εὐθὺς δ ̓ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δ ̓ ὡς οἱ πλεῖστοι τῶν συγγαραφέων.