Ancient Greek
Dfhg-Source dfhg2_IDOMENEUS_LAMPSACENUS
IDOMENEUS LAMPSACENUS, Fragmenta 18
Not analysed yet
Νῆσον ἐς Ἠλέκτρης: τὴν Σαμοθρᾴκην λέγει. Ἐκεῖ γὰρ ᾤκει Ἠλέκτρα ἡ Ἄτλαντος, καὶ ὠνομάζετο ὑπὸ τῶν ἐγχωρίων Στρατηγὶς, ἥν φησιν Ἑλλάνικος Ἠλεκτρυώνην καλεῖσθαι. Ἐγέννησε δὲ τρεῖς παῖδας, Δάρδανον, τὸν ἐς Τροίαν κατοικήσαντα (ὃν καὶ Πολυάρχην φασὶ λέγεσθαι ὑπὸ τῶν ἐγχωρίων), καὶ Ἠετίωνα, ὃν Ἰασίωνα (καὶ Ἡσίωνα cod. Par.) ὀνομάζουσι, καί φασι κεραυνωθῆναι αὐτὸν ὑβρίζοντα ἄγαλμα τῆς Δήμητρος· τρίτην δὲ ἔσχεν Ἁρμονίαν, ἣν ἠγάγετο Κάδμος. Καὶ ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας τῆς Θήβης ὀνομάσαι ἱστορεῖ Ἑλλάνικος ἐν πρώτῳ Τρωικῶν καὶ Ἰδομενεὺς ἐν πρώτῳ Τρωικῶν.