Ancient Greek
Dfhg-Source dfhg2_IDOMENEUS_LAMPSACENUS
IDOMENEUS LAMPSACENUS, Fragmenta 17
Not analysed yet
Ἔμπουσα: Ἔμπουσα φάσμα ἐστὶ τῶν ὑπὸ τῆς Ἑκάτης πεμπομένων, εἰς πολλὰς ἀλλασσόμενον μορφάς. Ἐκαλεῖτο δὲ καὶ Ὀνοκώλη τοῦτο τὸ φάντασμα. Ἔμπουσα δὲ ὑπὸ τοῦ ἐμποδίζειν τοὺς ἀνθρώπους, ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν, τὸν δὲ ἕτερον βολίτινον. Ἐκλήθη οὖν ἡ μήτηρ Αἰσχίνου Ἔμπουσα, ὡς μὲν λέγει Δημοσθένης (p. 270, 25), ἀπὸ τοῦ πάντα ποιεῖν καὶ πάσχειν (καὶ γὰρ τὸ φάσμα παντόμορφον)· ὡς δὲ Ἰδομενεύς φησι Περὶ δημαγωγῶν, ἐπεὶ ἀπὸ σκοτεινῶν τόπων ἀνεφαίνετο τοῖς μυουμένοις.