Ancient Greek
4 to 9
IDOMENEUS LAMPSACENUS, Fragmenta 4-9
Not analysed yet
Ἰδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους· διὸ καὶ ἵππων καὶ ἑτέρων πολλῶν ἐπιπλάσαι τὸ πλῆθος παρ ̓ αὐτοῖς· ἔθεν βαρεῖαν αὐτῶν γενέσθαι τὴν ἀρχήν. Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεὺς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; Ἦσαν δὲ αὗται Λάμια, καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. Θεμιστοκλῆς δ ̓, οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ ̓ ἑταίραις χρωμένων, ἐμφανῶς τέθριππον ζεύξας ἑταιρίδων, διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. Ἀμφιβόλως δ ̓ αὐτὸ εἴρηκεν ὁ Ἰδομενεὺς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους, εἴτε ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Ὅτι δὲ ὁ Ἀθηναίων δῆμος ἀειφυγίαν αὐτοῦ καταγνοὺς ἐδήμευσε τὴν οὐσίαν, καὶ πρὸς Ἀρταξέρξην ἧκε φεύγων, σαφὲς ποιεῖ Ἰδομενεὺς διὰ τοῦ β' τὸν τρόπον τοῦτον· «Οἱ μέντοι Ἀθηναῖοι αὐτοῦ καὶ γένους ἀειφυγίαν κατέγνωσαν, προδιδόντος τὴν Ἑλλάδα, καὶ αὐτοῦ ἡ οὐσία ἐδημεύθη.» Πῶς ἂν οὖν τις Ἰδομενεῖ πιστεύσειε κατηγοροῦντι τοῦ περικλέοος ὡς τὸν δημαγωγὸν Ἐφιάλτην φίλον γενόμενον καὶ κοινωνὸν ὄντα τῆς ἐν τῇ πολιτείᾳ προαιρέσεως δολοφονήσαντος διὰ ζηλοτυπίαν καὶ φθόνον τῆς δόξης; Ταῦτα γὰρ οὐκ οἶδ ̓ ὅθεν συναγαγὼν ὥσπερ χολὴν τἀνδρὶ προσβέβληκε. Ἐπεγράφη δὲ τῇ δίκῃ κατήγορος, ὡς μὲν Ἰδομενεὺς λέγει, Κλέων, ὡς δὲ Θεόφραστος, Σιμμίας· ὁ δὲ Ποντικὸς Ἡρακλείδης Λακρατίδαν εἴρηκε. Καὶ μὴν ἄρξαι γε τὸν Ἀριστείδην ὁ Ἰδομενεὺς, οὐ κυαμευτὸν ἀλλ ̓ ἑλομένων Ἀθηναίων φησίν.