Ancient Greek
Section 14
Irenaeus, Adversus haereses (liber 3) 14
Not analysed yet
Οὐκ ἄλλον Θεὸν κατήγγελλον οἱ ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστόν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Θεὸν σωτῆρα καὶ Χριστὸν Ἰησοῦν τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίβαζον αὐτοὺς ὅτι ὃν ἐπηγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν.