Ancient Greek · ~2 min
Section 15
Irenaeus, Adversus haereses (liber 3) 15
Not analysed yet
Φανερὸν τὸ κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννῃ ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσι <δι'> Ἰησοῦ πεπληρῶσθαι εὐαγγελιζόμενος, ἀλλ' οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα εἰς ἐπίγνωσιν ἄγων τῷ Ἰσραήλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ ταῦτα ἐπλήρωσεν ὁ Θεός.