Ancient Greek · ~2 min
Section 20
Irenaeus, Adversus haereses (liber 3) 20
Not analysed yet
Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφήν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε· «Πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν.» Ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα τῆς Αἰθιοπίας, κηρύξων τοῦθ' ὅπερ αὐτὸς ἐπίστευσε, Θεὸν μὲν ἕνα, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ ὡς πρόβατον εἰς σφαγὴν ἦχθαι, καὶ τὰ λοιπὰ ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.