Ancient Greek · ~2 min
Section 21
Irenaeus, Adversus haereses (liber 3) 21
Not analysed yet
Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον καὶ ἐπιδεῖξαι ὅτι τὸν ἴδιον Δεσπότην ἐδίωκε διώκων τοὺς μαθητὰς αὐτοῦ καὶ πέμψαι Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, «ἐν ταῖς συναγωγαῖς», φησίν, «ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Χριστός». Τοῦτ' ἔστι τὸ μυστήριον ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ, ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων καὶ Βασιλεὺς καὶ Θεὸς καὶ Κριτής ἐστιν.