Ancient Greek · ~2 min
Section 22
Irenaeus, Adversus haereses (liber 3) 22
Not analysed yet
Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν ἐπεπόρευτο πρὸς αὐτούς, εἰ μὴ κεκέλευστο. Ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ ἁγίου ἐπαναπαέντος αὐτοῖς προφητεύοντας αὐτοὺς ἀκηκόει. Καὶ διὰ τοῦτο ἔλεγε· «Μή τις τὸ ὕδωρ κωλῦσαι δύναται <τοῦ μὴ βαπτισθῆναι> τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;» πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων ὅτι, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς ἀναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος.